Δευτέρα, 10 Ιανουαρίου 2011

ανεπιστροφον




Εαν ταις γλώσσαις των ανθρώπων λαλώ και των αγγέλων, αγάπην δε μη έχω, γέγονα χαλκός ηχών ή κύμβαλον αλλαλάζον.
Και εάν έχω προφητείαν και ειδώ τα μυστήρια πάντα και πάσαν την γνώσιν, και εάν έχω πάσαν την πίστιν, ώστε όρη μεθιστάνειν, αγάπην δε μη έχω, ουδέν ειμί. ..
. Η αγάπη πάντα στέγει, πάντα πιστεύει, πάντα ελπίζει, πάντα υπομένει. Η αγάπη ουδέποτε εκπίπτει.
Είτε δε προφητείαι καταργηθήσονται, είτε γλώσσαι παύσονται, είτε γνώσις καταργηθήσεται.
Εκ μέρους γαρ γιγνώσκομεν και εκ μέρους προφητεύομεν.
Οταν δε έλθη το τέλειον το εκ μέρους καταργηθήσεται.
Οτε ήμην νήπιος, ως νήπιος ελάλουν, ως νήπιος εφρόνουν, ως νήπιος ελογιζόμην.
Οτε δε γέγονα ανήρ, κατήργηκα τα του νηπίου.
Βλέπομεν γαρ άρτι δι' εσόπτρου εν αινίγματι, τότε δε πρόσωπον προς πρόσωπον.
Αρτι γιγνώσκω εκ μέρους, τότε δε επιγνώσομαι ως και επεγνώσθην.
Νυνί δε μένει πίστις, ελπίς, αγάπη, τα τρία ταύτα.
Μείζων δε τούτων η αγάπη.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου